Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.293 Joseph. AJ 19.298 (English) >>Joseph. AJ 19.305

19.296διὰ τοῦτʼ οὖν ἐννοεῖσθαι, ὅτι τῆς ἀνθρωπίνης φύσεως καὶ πεσεῖν ὀλισθάνειν τὰ μεγέθη καὶ τὰ κλιθέντα δύναται περιφανὲς λαβεῖν πάλιν ὕψος. 19.297

Ἐντελῶς δʼ οὖν θρησκεύσας τὸν θεὸν Ἀγρίππας Θεόφιλον μὲν τὸν Ἀνάνου τῆς ἀρχιερωσύνης μετέστησεν, τῷ δὲ Βοηθοῦ Σίμωνι, τούτῳ Κανθηρᾶς ἐπίκλησις ἦν, τὴν ἐκείνου προσένειμε τιμήν. δύο δʼ ἦσαν ἀδελφοὶ τῷ Σίμωνι καὶ πατὴρ Βοηθός, οὗ τῇ θυγατρὶ βασιλεὺς συνῴκησεν Ἡρώδης, ὡς ἀνωτέρω δεδήλωται. 19.298σὺν τοῖς ἀδελφοῖς οὖν τὴν ἱερωσύνην ἔσχεν Σίμων καὶ σὺν τῷ πατρί, καθὰ καὶ πρότερον ἔσχον οἱ Σίμωνος τοῦ Ὀνία παῖδες τρεῖς ὄντες ἐπὶ τῆς τῶν Μακεδόνων ἀρχῆς, ὅπερ ἐν ταῖς προαγούσαις γραφαῖς παρέδομεν. 19.299

Καταστησάμενος δὲ τὰ περὶ τοὺς ἀρχιερεῖς οὕτως βασιλεὺς τοὺς Ἱεροσολυμίτας ἠμείψατο τῆς εἰς αὐτὸν εὐνοίας· ἀνῆκε γοῦν αὐτοῖς τὰ ὑπὲρ ἑκάστης οἰκίας, ἐν καλῷ τιθέμενος ἀντιδοῦναι τοῖς ἠγαπηκόσιν στοργήν. ἔπαρχον δὲ ἀπέδειξεν παντὸς τοῦ στρατεύματος Σίλαν ἄνδρα πολλῶν αὐτῷ πόνων συμμετασχόντα. 19.300παντάπασιν δὲ ὀλίγου χρόνου διελθόντος Δωρῖται νεανίσκοι τῆς ὁσιότητος προτιθέμενοι τόλμαν καὶ πεφυκότες εἶναι παραβόλως θρασεῖς Καίσαρος ἀνδριάντα κομίσαντες εἰς τὴν τῶν Ἰουδαίων συναγωγὴν ἀνέστησαν. 19.301σφόδρα τοῦτο Ἀγρίππαν παρώξυνεν· κατάλυσιν γὰρ τῶν πατρίων αὐτοῦ νόμων ἐδύνατο. ἀμελλητὶ δὲ πρὸς Πούπλιον Πετρώνιον, ἡγεμὼν δὲ τῆς Συρίας οὗτος ἦν, παραγίνεται καὶ καταλέγει τῶν Δωριτῶν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.293 Joseph. AJ 19.298 (English) >>Joseph. AJ 19.305

Powered by PhiloLogic